Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.399 Joseph. AJ 15.405 (English) >>Joseph. AJ 15.410

15.403

Κατὰ δὲ τὴν βόρειον πλευρὰν ἀκρόπολις ἐγγώνιος εὐερκὴς ἐτετείχιστο διάφορος ἐχυρότητι. ταύτην οἱ πρὸ Ἡρώδου τοῦ Ἀσαμωναίων γένους βασιλεῖς καὶ ἀρχιερεῖς ᾠκοδόμησαν καὶ βᾶριν ἐκάλεσαν, ὡς ἐκεῖ τὴν ἱερατικὴν αὐτοῖς ἀποκεῖσθαι στολήν, ἣν ὅταν δέῃ θύειν τότε μόνον ἀρχιερεὺς ἀμφιέννυται. 15.404ταύτην Ἡρώδης βασιλεὺς ἐφύλαξεν ἐν τῷ τόπῳ καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπὸ Ῥωμαίοις ἦν μέχρι τῶν Τιβερίου Καίσαρος χρόνων. 15.405ἐπὶ τούτου δὲ Οὐιτέλλιος τῆς Συρίας ἡγεμὼν ἐπιδημήσας τοῖς Ἱεροσολύμοις, δεξαμένου τοῦ πλήθους αὐτὸν λαμπρότατα πάνυ θέλων αὐτοὺς τῆς εὐποιίας ἀμείψασθαι, ἐπεὶ παρεκάλεσαν τὴν ἱερὰν στολὴν ὑπὸ τὴν αὐτῶν ἐξουσίαν ἔχειν, ἔγραψεν περὶ τούτων Τιβερίῳ Καίσαρι κἀκεῖνος ἐπέτρεψεν, καὶ παρέμεινεν ἐξουσία τῆς στολῆς τοῖς Ἰουδαίοις μέχρις ἐτελεύτησεν βασιλεὺς Ἀγρίππας. 15.406μετὰ τοῦτον δὲ Κάσσιος Λογγῖνος τὴν Συρίαν τότε διοικῶν καὶ Κούσπιος Φᾶδος τῆς Ἰουδαίας ἐπίτροπος κελεύουσιν τοὺς Ἰουδαίους εἰς τὴν Ἀντωνίαν καταθέσθαι τὴν στολήν· Ῥωμαίους γὰρ αὐτῆς εἶναι δεῖν κυρίους, καθὼς καὶ πρότερον ἦσαν. 15.407πέμπουσιν οὖν Ἰουδαῖοι πρέσβεις πρὸς Κλαύδιον Καίσαρα περὶ τούτων παρακαλέσοντας. ὧν ἀναβάντων νεώτερος βασιλεὺς Ἀγρίππας ἐν Ῥώμῃ τυγχάνων αἰτησάμενος παρὰ τοῦ αὐτοκράτορος τὴν ἐξουσίαν ἔλαβεν ἐντειλαμένου Οὐιτελλίῳ τῷ τῆς Συρίας ἀντιστρατήγῳ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.399 Joseph. AJ 15.405 (English) >>Joseph. AJ 15.410

Powered by PhiloLogic